Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.145 Joseph. AJ 3.150 (English) >>Joseph. AJ 3.155

3.148ἐπῆν τε ἐσχάρα χρυσεία ὑπερανεστῶσα ἔχουσα κατὰ γωνίαν ἑκάστην στέφανον καὶ τοῦτον δʼ ἐκπεριοδεύοντα χρύσεον, καὶ κρίκοι καὶ σκυταλίδες προσῆσαν, αἷς κατὰ τὰς ὁδοὺς ὑπὸ τῶν ἱερέων ἐφέρετο. 3.149ἵδρυτο δὲ καὶ πρὸ τῆς σκηνῆς βωμὸς χάλκεος ὑπόξυλος καὶ αὐτὸς ἑκάστην πλευρὰν πέντε πήχεσιν ἐκμεμετρημένος, τὸ δὲ ὕψος τρίπηχυς, ὁμοίως τῷ χρυσῷ κεκοσμημένος, χαλκείαις λεπίσιν ἐξησκημένος, δικτύῳ τὴν ἐσχάραν ἐμφερής· ἐξεδέχετο γὰρ γῆ τὸ ἀπὸ τῆς ἐσχάρας πῦρ καταφερόμενον τῆς βάσεως διὰ παντὸς οὐχ ὑποκειμένης. 3.150ἀντικρὺ δʼ ἐτίθεντο τοῦ χρυσέου οἰνοχόαι τε καὶ φιάλαι σὺν θυΐσκαις καὶ κρατῆρσιν ἦσαν ὅσα τε ἄλλα πρὸς τὰς ἱερουργίας πεποίητο χρύσεα πάντα ὑπῆρχε. καὶ μὲν σκηνὴ τοιαύτη τε ἦν καὶ τὰ περὶ αὐτὴν σκεύη. 3.151

Γίνονται δὲ καὶ τοῖς ἱερεῦσι στολαὶ πᾶσί τε τοῖς ἄλλοις, οὓς χαναναίας καλοῦσι, καὶ δὴ καὶ τῷ ἀρχιερεῖ, ὃν ἀραβάχην προσαγορεύουσι· σημαίνει δὲ ἀρχιερέα. τὴν μὲν οὖν τῶν ἄλλων στολὴν τοιαύτην εἶναι συμβέβηκεν. 3.152ὅταν δὲ προσίῃ ταῖς ἱερουργίαις ἱερεὺς ἡγνευκὼς ἣν νόμος ἁγνείαν προαγορεύει, πρῶτον μὲν περιτίθεται τὸν μαναχάσην λεγόμενον· βούλεται δὲ τοῦτο συνακτῆρα μὲν δηλοῦν, διάζωμα δʼ ἐστὶ περὶ τὰ αἰδοῖα ῥαπτὸν ἐκ βύσσου κλωστῆς εἰργασμένον ἐμβαινόντων εἰς αὐτὸ τῶν ποδῶν ὥσπερ εἰς ἀναξυρίδας, ἀποτέμνεται δὲ ὑπὲρ ἥμισυ καὶ τελευτῆσαν ἄχρι τῆς λαγόνος περὶ αὐτὴν ἀποσφίγγεται.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.145 Joseph. AJ 3.150 (English) >>Joseph. AJ 3.155

Powered by PhiloLogic